Τρίτη 22 Μαρτίου 2011

ΚΕΙΜΕΝΟ - Αισχίνης - Κατά Τιμάρχου

Στα τέλη του 346 π.Χ. ή στις αρχές του 345 π.Χ. ο Δημοσθένης καταγγέλλει διά του Τιμάρχου επίσημα τον Αισχίνη απευθύνοντας εναντίον του "γραφήν παραπρεσβείας" , ότι δηλαδή ως πρέσβυς της πόλης δωροδοκήθηκε από τον Φίλιππο και εκτέλεσε την αποστολή του ως πρεσβευτής κατά τρόπο άπιστο και άτιμο και αντίθετα με τις οδηγίες και τα συμφέροντα της πόλης. Ο Αισχίνης θέλοντας να αποφύγει ή τουλάχιστον να καθυστερήσει την εκδίκαση της κατηγορίας αυτής εναντίον του, χρησιμοποίησε την "αντιγραφήν". Αμφισβήτησε δηλαδή στον Τίμαρχο το δικαίωμα του κατηγόρου, σύμφωνα με το νόμο που προέβλεπε ότι όσοι δεν εξεπλήρωσαν τις στρατιωτικές τους υποχρεώσεις ή έζησαν ανήθικο βίο ή σπατάλησαν την πατρική τους περιουσία  δεν είχαν δικαίωμα να αγορεύουν δημόσια, στα δικαστήρια, στην εκκλησία του δήμου κλπ. Ο Αισχίνης κατηγόρησε τον Τίμαρχο για ανήθικο βίο και για άσκοπη κατασπατάληση της πατρικής περιουσίας. Πέτυχε μάλιστα την καταδίκη του Τιμάρχου ως εταιρηκότος και ως σπάταλου σε ατιμία (σε στέρηση των πολιτικών δικαιωμάτων). Έτσι ο Αισχίνης έκανε άκυρη και αδύνατη την εκδίκαση της γραφής παραπρεσβείας που υποβλήθηκε εναντίον του από τον Τίμαρχο.
ΚΕΙΜΕΝΟ 
[1] οὐδένα πώποτε τῶν πολιτῶν, ὦ ἄνδρες Ἀθηναῖοι, οὔτε γραφὴν γραψάμενος οὔτ᾽ ἐν εὐθύναις λυπήσας, ἀλλ᾽ ὡς ἔγωγε νομίζω μέτριον ἐμαυτὸν πρὸς ἕκαστα τούτων παρεσχηκώς, ὁρῶν δὲ τήν τε πόλιν μεγάλα βλαπτομένην ὑπὸ Τιμάρχου τουτουὶ δημηγοροῦντος παρὰ τοὺς νόμους, καὶ αὐτὸς ἰδίᾳ συκοφαντούμενος (ὃν δὲ τρόπον, προϊόντος ἐπιδείξω τοῦ λόγου), [2] ἕν τι τῶν αἰσχίστων ἡγησάμην εἶναι μὴ βοηθῆσαι τῇ τε πόλει πάσῃ καὶ τοῖς νόμοις καὶ ὑμῖν καὶ ἐμαυτῷ· εἰδὼς δ᾽ αὐτὸν ἔνοχον ὄντα οἷς ὀλίγῳ πρότερον ἠκούσατε ἀναγιγνώσκοντος τοῦ γραμματέως, ἐπήγγειλα αὐτῷ τὴν δοκιμασίαν ταυτηνί. καὶ ὡς ἔοικεν, ὦ ἄνδρες Ἀθηναῖοι, οἱ εἰωθότες λόγοι λέγεσθαι ἐπὶ τοῖς δημοσίοις ἀγῶσιν οὐκ εἰσὶ ψευδεῖς· αἱ γὰρ ἴδιαι ἔχθραι πολλὰ πάνυ τῶν κοινῶν ἐπανορθοῦσι.
[3] τοῦ μὲν οὖν ὅλου ἀγῶνος φανήσεται οὔθ᾽ ἡ πόλις αἰτία οὖσα Τιμάρχῳ οὔθ᾽ οἱ νόμοι οὔθ᾽ ὑμεῖς οὔτ᾽ ἐγώ, ἀλλ᾽ αὐτὸς οὗτος ἑαυτῷ. οἱ μὲν γὰρ νόμοι προεῖπον αὐτῷ αἰσχρῶς βεβιωκότι μὴ δημηγορεῖν, ἐπίταγμα, ὥς γε δὴ ἐγὼ κρίνω, οὐ χαλεπὸν ἐπιτάξαντες, ἀλλὰ καὶ πάνυ ῥᾴδιον· ἐμὲ δ᾽ ἐξῆν αὐτῷ, εἰ ἐσωφρόνει, μὴ συκοφαντεῖν. περὶ μὲν οὖν τούτων μετρίως ἐλπίζω μοι προειρῆσθαι. [4] οὐκ ἀγνοῶ δέ, ὦ ἄνδρες Ἀθηναῖοι, ἃ μέλλω ἐν πρώτοις λέγειν, ὅτι φανεῖσθε καὶ ἑτέρων πρότερον ἀκηκοότες· ἀλλά μοι δοκεῖ καιρὸς εἶναι καὶ ἐμὲ νῦν πρὸς ὑμᾶς τῷ αὐτῷ λόγῳ χρήσασθαι. ὁμολογοῦνται γὰρ τρεῖς εἶναι πολιτεῖαι παρὰ πᾶσιν ἀνθρώποις, τυραννὶς καὶ ὀλιγαρχία καὶ δημοκρατία· διοικοῦνται δ᾽ αἱ μὲν τυραννίδες καὶ ὀλιγαρχίαι τοῖς τρόποις τῶν ἐφεστηκότων, αἱ δὲ πόλεις αἱ δημοκρατούμεναι τοῖς νόμοις τοῖς κειμένοις. [5] εὖ δ᾽ ἴστε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι τὰ μὲν τῶν δημοκρατουμένων σώματα καὶ τὴν πολιτείαν οἱ νόμοι σᾐζουσι, τὰ δὲ τῶν τυράννων καὶ ὀλιγαρχικῶν ἀπιστία καὶ ἡ μετὰ τῶν ὅπλων φρουρά. φυλακτέον δὴ τοῖς μὲν ὀλιγαρχικοῖς καὶ τοῖς τὴν ἄνισον πολιτείαν πολιτευομένοις τοὺς ἐν χειρῶν νόμῳ τὰς πολιτείας καταλύοντας, ὑμῖν δὲ τοῖς τὴν ἴσην καὶ ἔννομον πολιτείαν ἔχουσι τοὺς παρὰ τοὺς νόμους ἢ λέγοντας ἢ βεβιωκότας· ἐντεῦθεν γὰρ ἰσχύσετε, ὅταν εὐνομῆσθε καὶ μὴ καταλύησθε ὑπὸ τῶν παρανομούντων.
[6] προσήκειν δὲ ἔγωγε νομίζω, ὅταν μὲν νομοθετῶμεν, τοῦθ᾽ ἡμᾶς σκοπεῖν, ὅπως καλῶς ἔχοντας καὶ συμφέροντας νόμους τῇ πολιτείᾳ θησόμεθα, ἐπειδὰν δὲ νομοθετήσωμεν, τοῖς νόμοις τοῖς κειμένοις πείθεσθαι, τοὺς δὲ μὴ πειθομένους κολάζειν, εἰ δεῖ τὰ τῆς πόλεως καλῶς ἔχειν.
σκέψασθε γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅσην πρόνοιαν περὶ σωφροσύνης ἐποιήσατο ὁ Σόλων ἐκεῖνος, ὁ παλαιὸς νομοθέτης, καὶ ὁ Δράκων καὶ οἱ κατὰ τοὺς χρόνους ἐκείνους νομοθέται. [7] πρῶτον μὲν γὰρ περὶ τῆς σωφροσύνης τῶν παίδων τῶν ἡμετέρων ἐνομοθέτησαν, καὶ διαρρήδην ἀπέδειξαν, ἃ χρὴ τὸν παῖδα τὸν ἐλεύθερον ἐπιτηδεύειν, καὶ ὡς δεῖ αὐτὸν τραφῆναι, ἔπειτα δεύτερον περὶ τῶν μειρακίων, τρίτον δ᾽ ἐφεξῆς περὶ τῶν ἄλλων ἡλικιῶν, οὐ μόνον περὶ τῶν ἰδιωτῶν, ἀλλὰ καὶ περὶ τῶν ῥητόρων. καὶ τούτους τοὺς νόμους ἀναγράψαντες ὑμῖν παρακατέθεντο, καὶ ὑμᾶς αὐτῶν ἐπέστησαν φύλακας. [8] βούλομαι δὴ καὶ ἐγὼ νυνὶ πρὸς ὑμᾶς τὸν αὐτὸν τρόπον χρήσασθαι τῷ λόγῳ ὅνπερ τοῖς νόμοις ὁ νομοθέτης. πρῶτον μὲν γὰρ διέξειμι πρὸς ὑμᾶς τοὺς νόμους οἳ κεῖνται περὶ τῆς εὐκοσμίας τῶν παίδων τῶν ὑμετέρων, ἔπειτα δεύτερον τοὺς περὶ τῶν μειρακίων, τρίτον δ᾽ ἐφεξῆς τοὺς περὶ τῶν ἄλλων ἡλικιῶν, οὐ μόνον περὶ τῶν ἰδιωτῶν, ἀλλὰ καὶ περὶ τῶν ῥητόρων· οὕτω γὰρ ἄν μοι μάλιστα ὑπολαμβάνω τοὺς λόγους εὐμαθεῖς γενέσθαι. ἅμα δὲ καὶ βούλομαι, ὦ ἄνδρες Ἀθηναῖοι, διεξελθεῖν πρῶτον πρὸς ὑμᾶς, ὡς ἔχουσιν οἱ νόμοι οἱ τῆς πόλεως, πάλιν δὲ μετὰ τοῦτο ἀντεξετάσαι τοὺς τρόπους τοὺς Τιμάρχου· εὑρήσετε γὰρ αὐτὸν ἐναντίως ἅπασι τοῖς νόμοις βεβιωκότα...

1 σχόλιο: