Παρασκευή 29 Απριλίου 2011

Αρχίλοχος

Ἀρχίλοχος - ἰαμβογράφος, ἐλεγειοποιός, μίσθοφόρος Πάριος ἦν τὸ γένος· ἐγένετο περὶ τὸ ἔτος 680, ἐτελεύτεσε περὶ τὸ ἔτος 630 πρὸ τῆς Χριστοῦ γενετῆς.


Ἐλεγεῖα

εἰμὶ δ᾽ ἐγὼ θεράπων μὲν Ἐνυαλίοιο ἄνακτος
      καὶ Μουσέων ἐρατὸν δῶρον ἐπιστάμενος.
 
 
 
ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν παρὰ θάμνωι
      ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων,
αὐτὸς δ᾽ ἐξέφυγον θανάτου τέλος. ἀσπὶς ἐκείνη
      ἐρρέτω· ἐξαῦτις κτήσομαι οὐ κακίω.
 

Ἴαμβοι (τρίμετρα)
 
Οὔ μοι τὰ Γύγεω τοῦ πολυχρύσου μέλει
οὐδ᾽ εἶλέ πώ με ζῆλος οὐδ᾽ ἀγαίομαι
θεῶν ἔργα, μεγάλης δ᾽ οὐκ ἐρέω τυραννίδος·
ἀπόπροθεν γάρ ἐστιν ὀφθαλμῶν ἐμῶν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου