Δευτέρα 4 Απριλίου 2011

Κείμενο - Αισχίνης, Περί της Παραπρεσβείας 20-21

Ο Αισχίνης με τον λόγο του αυτόν υπερασπίστηκε τον εαυτό του ενάντια στην κατηγορία της παράταξης του Δημοσθένη για προδοσία των συμφερόντων της πόλης κατά την περίοδο των διπλωματικών επαφών με τους Μακεδόνες, πριν από την τελική υπογραφή της ειρήνης του Φιλοκράτη (346 π.Χ.). 

Ἡ μὲν τοίνυν ἐξ ἀρχῆς ἔνστασις τῶν ὅλων πραγμάτων ἐγένετο οὐ δι’ ἐμοῦ, ἀλλὰ διὰ Δημοσθένους καὶ Φιλοκράτους· ἐν δὲ τῇ πρεσβείᾳ συσσιτεῖν ἡμῖν ἐσπούδασεν, οὐκ ἐμὲ πείσας, ἀλλὰ τοὺς μετ’ ἐμοῦ, Ἀγλαοκρέοντα τὸν Τενέδιον, ὃν ἐκ τῶν συμμάχων εἵλεσθε, καὶ Ἰατροκλέα. ἐν δὲ τῇ πορείᾳ παρακελεύεσθαί με φησὶν αὑτῷ, ὅπως τὸ θηρίον κοινῇ φυλάξομεν, τὸν Φιλοκράτην, πρᾶγμα λέγων πεπλασμένον. πῶς γὰρ ἂν ἐγὼ Δημοσθένην ἐπὶ Φιλοκράτην παρεκάλουν, ὃν ᾔδειν συνειπόντα μὲν Φιλοκράτει, ὅτ’ ἦν ἡ τῶν παρανόμων γραφή, προβληθέντα δ’ εἰς τὴν πρεσβείαν ὑπὸ Φιλοκράτους; πρὸς δὲ τούτοις οὐκ ἐν τοιούτοις ἦμεν λόγοις, ἀλλ’ ὅλην τὴν πορείαν ἠναγκαζόμεθα Δημοσθένην ὑπομένειν ἀφόρητον καὶ βαρὺν ἄνθρωπον· ὃς διασκοπούντων ἡμῶν ὅ τι χρὴ λέγειν, καὶ Κίμωνος εἰπόντος ὅτι φοβοῖτο μὴ δικαιολογούμενος περιγένοιτο ἡμῶν ὁ Φίλιππος, πηγὰς δὴ λόγων ἐπηγγέλλετο, καὶ περὶ ῶν δικαίων τῶν ὑπὲρ Ἀμφιπόλεως καὶ τῆς ἀρχῆς τοῦ πολέμου τοιαῦτα ἐρεῖν ἔφη, ὥστε ἀπορράψειν τὸ Φιλίππου στόμα ὁλοσχοίνῳ ἀβρόχῳ, καὶ πείσειν Ἀθηναίους μὲν καταδέξασθαι Λεωσθένην, Φίλιππον δ’ Ἀθηναίοις Ἀμφίπολιν ἀποδοῦναι.
  

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου